Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.72 Joseph. AJ 6.76 (English) >>Joseph. AJ 6.80

6.74οἱ δʼ εἰς δάκρυα καὶ λύπην ὑπὸ τῆς ἀκοῆς τῶν περὶ τοὺς Ἰαβισηνοὺς προήχθησαν καὶ πέρα τούτων οὐδὲν αὐτοῖς ἄλλο πράττειν συνεχώρει τὸ δέος· γενομένων δὲ τῶν ἀγγέλων καὶ ἐν τῇ Σαούλου τοῦ βασιλέως πόλει καὶ τοὺς κινδύνους ἐν οἷς εἶναι συνέβαινε τοὺς Ἰαβισηνοὺς φρασάντων, μὲν λαὸς ταὐτὰ τοῖς πρώτοις ἔπασχεν· ὠδύρετο γὰρ τὴν συμφορὰν τὴν τῶν συγγενῶν· 6.75 δὲ Σαοῦλος ἀπὸ τῶν περὶ τὴν γεωργίαν παραγενόμενος ἔργων εἰς τὴν πόλιν ἐπιτυγχάνει κλαίουσι τοῖς αὑτοῦ πολίταις, καὶ πυθόμενος τὴν αἰτίαν τῆς συγχύσεως καὶ κατηφείας αὐτῶν μανθάνει τὰ παρὰ τῶν ἀγγέλων. 6.76καὶ ἔνθεος γενόμενος ἀποπέμπει μὲν τοὺς Ἰαβισηνοὺς ὑποσχόμενος αὐτοῖς ἥξειν βοηθὸς τῇ τρίτῃ τῶν ἡμερῶν καὶ πρὶν ἥλιον ἀνασχεῖν κρατήσειν τῶν πολεμίων, ἵνα καὶ νενικηκότας ἤδη καὶ τῶν φόβων ἀπηλλαγμένους ἥλιος ἐπιτείλας ἴδῃ· ὑπομεῖναι δʼ ἐκέλευσέ τινας αὐτῶν ἡγησομένους τῆς ὁδοῦ. 6.77

Βουλόμενος δὲ φόβῳ ζημίας τὸν λαὸν ἐπὶ τὸν πρὸς Ἀμμανίτας ἐπιστρέψαι πόλεμον καὶ συνελθεῖν αὐτοὺς ὀξύτερον, ὑποτεμὼν τῶν αὐτοῦ βοῶν τὰ νεῦρα ταὐτὰ διαθήσειν ἠπείλησε τοὺς ἁπάντων, εἰ μὴ πρὸς τὸν Ἰόρδανον ὡπλισμένοι κατὰ τὴν ἐπιοῦσαν ἀπαντήσουσιν ἡμέραν καὶ ἀκολουθήσουσιν αὐτῷ καὶ Σαμουήλῳ τῷ προφήτῃ, ὅπου ποτʼ ἂν αὐτοὺς ἀγάγωσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.72 Joseph. AJ 6.76 (English) >>Joseph. AJ 6.80

Powered by PhiloLogic